,
,
Θρᾲκη - Ἡ τιμωρία τοῦ Λυκούργου
……….«Διόνυσος δὲ εὑρετὴς ἀμπέλου γενόμενος, Ἥρας μανίαν αὐτῷ ἐμβαλούσης περιπλανᾶται Αἴγυπτον τε καὶ Συρίαν. Καὶ τὸ μὲν πρῶτον Πρωτεὺς αὐτὸν ὑποδέχεται βασιλεὺς Αἰγυπτίων, αὖθις δὲ εἰς Κύβελα τῆς Φρυγίας ἀφικνεῖται, κἀκεῖ καθαρθεὶς ὑπὸ Ῥέας καὶ τὰς τελετὰς ἐκμαθὼν καὶ λαβὼν παρ’ ἐκείνης τὴν στολὴν ἐπὶ Ἰνδοὺς διὰ τῆς Θρᾲκης ἠπείγετο.
……….Λυκοῦργος δέ, παῖς Δρύαντος, Ἠδωνῶν βασιλεύων, οἵ Στρυμόνα παροικοῦσι ποταμόν, πρῶτος ὑβρίσας ἐξέβαλεν αὐτόν· καὶ Διόνυσος μὲν εἰς θάλασσαν πρὸς Θέτιν τὴν Νηρέως κατέφυγε, Βάκχαι δὲ ἐγένοντο αἰχμάλωτοι καὶ τὸ συνεπόμενον Σατύρων πλῆθος αὐτῷ. αὖθις δὲ αἱ Βάκχαι ἐλύθησαν ἐξαίφνης, Λυκούργῳ δὲ μανίαν ἐποίησε Διόνυσος. ὁ δὲ μεμῃνὼς Δρύαντα τὸν παῖδα, ἀμπέλου νομίζων κλῆμα κόπτειν, πελέκει πλήξας ἀπέκτεινε καὶ ἀκρωτηριάσας ἑαυτὸν ἐσωφρόνησε.
……….Τῆς δὲ γῆς ἀκάρπου μενούσης ἔχρησεν ὁ θεὸς καρποφορήσειν αὐτήν, ἄν θανατωθῇ Λυκοῦργος. Ἠδωνοὶ δὲ ἀκούσαντες εἰς τὸ Παγγαῖον αὐτὸν ἀπαγαγόντες ὄρος ἔδησαν, κἀκεῖ κατὰ Διονύσου βούλησιν ὑπὸ ἵππων διαφθαρεὶς ἀπέθανε.
Θῆβα - Ἡ τιμωρία τοῦ Πενθέως
……….Διελθὼν δὲ τὴν Θρᾲκην καὶ τὴν Ἰνδικὴν ἅπασαν, στήλας ἐκεῖ στήσας ἧκεν εἰς Θήβας, καὶ τὰς γυναῖκας ἠνάγκασε καταλιπούσας τὰς οἰκίας βακχεύειν ἐν τῷ Κιθαιρῶνι. Πενθεὺς δέ, γεννηθεὶς ἐξ Ἀγαυῆς Ἐχίονι, παρὰ Κάδμου εἰληφὼς τὴν βασιλείαν, διεκώλυε ταῦτα γίνεσθαι, καὶ παραγενόμενος εἰς Κιθαιρῶνα τῶν Βακχῶν κατάσκοπος ὑπὸ τῆς μητρὸς Ἀγαυῆς κατὰ μανίαν ἐμελεΐσθη· ἐνόμισε γὰρ αὐτὸν θηρίον εἶναι.
Ἡ τιμωρία τοῦ πόλεως τοῦ Ἄργους
……….Δείξας δὲ Θηβαίοις ὅτι θεὸς ἐστιν, ἧκεν εἰς Ἄργος, κἀκεῖ πάλιν οὐ τιμώντων αὐτὸν ἐξέμῃνε τὰς γυναῖκας. Αἱ δὲ ἐν τοῖς ὄρεσι τοὺς ἐπιμαστιδίους ἔχουσαι παῖδας τὰς σάρκας αὐτῶν ἐσιτοῦντο.
Ἡ τιμωρία τῶν Τυρρηνῶν ναυτικῶν
……….Βουλόμενος δὲ ἀπὸ τῆς Ἰκαρίας εἰς Νάξον διακομισθῆναι, Τυρρηνῶν λῃστρικὴν ἐμισθώσατο τριήρη, οἱ δὲ αὐτὸν ἐνθέμενοι Νάξον μὲν παρέπλεον, ἠπείγοντο δὲ εἰς Ἀσίαν ἀπεμπολήσοντες. ὁ δὲ τὸν μὲν ἱστὸν καὶ τὰς κώπας ἐποίησεν ὄφεις, τὸ δὲ σκάφος ἔπλησε κισσοῦ καὶ βοῆς αὐλῶν· οἱ δὲ ἐμμανεῖς γινόμενοι κατὰ τῆς θαλάττης ἔφευγον καὶ ἐγένοντο δελφῖνες.
Ἡ ἀνάληψις τοῦ Διονύσου
……….ὥς δὲ μαθόντες αὐτὸν θεὸν ἄνθρωποι ἐτίμων, ὁ δὲ ἀναγαγὼν ἐξ Ἅιδου τὴν μητέρα καὶ προσαγορεύσας Θυώνην, μετ’ αὐτῆς εἰς οὐρανὸν ἀνῆλθεν.
*** **** ***
Πηγή: ΜΥΘΟΓΡΑΦΟΙ-SCRIPTORES POETICAE HISTORIAE GRAECI- ΑΠΟΛΛΟΔΩΡΟΥ ΤΟΥ ΑΘΗΝΑΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΒΙΒΛΙΟΘΗΚΗΣ ΒΙΒΛΙΟΝ Γ. σ.83-85
Ἐπιμέλεια κειμένου καὶ εἰκόνας: Ἑλληνικὸ Ἡμερολόγιο
Copyright (©) «Ἑλληνικὸ Ἡμερολόγιο»
***